no image
DDbDP-text
Sale of Palm Garden, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 6.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ὠνῆς. βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν Φιλομητόρων Σωτήρων ἔτους ιγ τοῦ καὶ ι, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Παῦνι ιη ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Θαῖβις Φίβιος Περσίνη ὡς ἐτῶν νη μέση μελίχρως μακροπρόσωπος εὐθύριν ὑπόσκνιφος, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ ΠαοῦτοςΠαους πρεσβυτέρουπρεσβυτερος Πατοῦτος τοῦ Φαγώνιος Πέρσου ὡς ἐτῶν λε μέσου μελιχρόου ὑποκλαστοῦ μακροπροσώπου εὐθυρίνου ἀσήμου, ἀπὸ τοῦ ὑπάρχοντος αὐτῇ ἐδάφουςἐδάφος φοινικῶνος φυομένων τοῦ ὄντος ἐν τῷ ἀπὸ ἀπηλιώτου μέρει Παθύρεως τὸ ἐπιβάλλον Πασῆμι Νεχούθου τῷ ἑαυτῆς υἱῷ μέρος ἕκτον, ἧς γείτονες νότου τὸ μέρος φοίνικῶνος Πανερεῦτος, βορρᾶ καὶ ἀπηλιώτου Ὥρου τοῦ Νεχούθου, λιβὸς διῶρυξ, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίαντο Φῖβις καὶ Ὧρος οἱ δύο τῶν Νεχούθου τῶν ἐκ Θαίβιος τῆς Φίβιος ἴσην τρίτην μερίδα χαλκοῦ τάλαντα δύο δραχμὰς τετρακισχιλίαςτετρακιχιλίας. προπωλήτρια καὶ βεβαιώτρια τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Θαῖβις ἡ ἀποδομένη, ἣν ἐδέξαντο Φῖβις καὶ Ὧρος οἱ πριάμενοι. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.