no image
DDbDP-text
Sale of Land, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 12.
Each record below describes this same ancient text from a different angle.
seal βασιλεύοντος βασιλέωςβασιλευς Πτολεμαίου τοῦ ἐπι-καλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος καὶ βασιλίσσηςβασιλισσα ΒερενίκηςΒερενίκη τῆςη ἀδελφῆςἀδελφηι θεῶν Φιλομητόρων ἔτους ιδ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Φαῶφι ι ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Κολλούθης Φαγήριος Πέρσης ὡς ἐτῶν λε μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν ὦς ἀριστερὸν τετρημένον τὸ ἐνλιπὸν αὐτῷ ἄπρατον μέρος γῆς ἠπείρου σιτοφόρου σφραγίδων δύο ἐν τῷ περὶ Παθύρειν πεδίωι ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς ἀδιαιρέτου, ἀπὸ ἀρουρῶν ἑπτὰ ἀρούρας τρεῖς · γείτονες μιᾶς μὲν νότου γῆ Πατήφιος, βορρᾶ γῆ Πακοίβιος διὰ τῶν Φίβιος υἱῶν, ἀπηλιώτου ὁδὸς βασιλική, λιβὸς γῆ Ψεμμώνθου τοῦ Πανεχάτου καὶ τῶν μετόχων, τὴν δʼ ἄλλην νότου γῆ Πακοίβιος, βορρᾶ γῆ Ταθώτιος, ἀπηλιώτου ὁδὸς βασιλική, λιβὸς γῆ Πορεγέβθιος καὶ Παῶτος, ἢ οἳ ἂν ὦσι γείτονες τῶν δύο σφραγίδων. ἐπρίατο Ὧρος Νεχούτου ὡς ἐτῶν ν χαλκοῦ τάλαντα τρίατρεις δραχμὰς δισχιλίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Κολλούθης ὁ ἀποδό μενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.