no image
DDbDP-text
Sale of Land, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 16.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιε ἐφʼ ἱερέωνἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παχὼν η ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πατῆς Ποήριος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν με μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ μετώ πωι ἐκἐγ δεξιοῦδεξιωι τὴν ὑπάρχουσαν αὐτῷ γῆν ἤπειρον σιτοφόρον ἀδιαίρετονἀδιαιρετου τὴντῆς οὖσανοὐσης ἐν τῷ ἀπο βορρᾶ πεδίωι Παθύρεως σφραγίδων τριῶντρειῶν , ἣνὁν καὶ αὐτὸς ἐωνήσατο παρὰ Πα-νᾶτος τοῦ Πατῆτος, μιᾶς μὲν γείτονες νότου γῆ Πατήφιος τοῦ Πεμσάϊος βορρᾶ γῆ Πακοίβιος ἧς κρατοῦσιν οἱ Φίβιος τοῦ Πανεχάτου υἱοί, ἀπηλιώτου ὁδὸς βασιλική, λιβὸς γῆ Ψεμμώνθου τοῦ Πανεχάτου, ἄλλης λεγομένης Φαμούνιος νότου γῆ Παθώτου τοῦ Πατοῦτος, βορρᾶ γῆ Πατσεοῦτος τοῦ Φίβιος, ἀπηλιώτου ποταμός, λιβὸς γῆ λεγομένης Ἁροήριος ἧς ἀνὰ μέσον ὁδός, ἄλλης λεγομένης Χῶμα, γείτονες νότου γῆ Ὀννώφριος τοῦ Ἰμούθου ἧς κρατεῖ Πετοσῖρις ἱερεὺς καὶ Εὔνους Πατσεοῦτος, βορρᾶβορραν Χεναίβϊος τοῦ Πόρτιτος, ἀπηλιώτου διῶρυξ λεγομένη Τέλωνος, λιβὸς ὄρος, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούτου ὡς ἐτῶν ν χαλκοῦ τάλαντα τέσσαρες . βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πατῆς ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.