no image
DDbDP-text
Sale of Land, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 18.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιϛ ἐφʼ ἱερέωνἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Ψενενοῦπις Πόρτιτος Πέρσης ὡς ἐτῶν ν ἐλάσσωἐλάσσωι ἢ μέσος μελάνχρως στρογγυλοπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι τε καὶ τοῖς μετόχοις ἀδιαιρέτως τὸ ἐπιβάλλον αὐτῶι ἀρούρας 𐅵. γείτονες τῆς ὅλης γῆς νότου Πατσεοῦτος τοῦ Φίβιος, βορρᾶ ἡ λοιπὴ γῆ αὐτοῦ, ἀπηλιώτου ποταμός, λιβὸς ὁδὸς τῶν ὄχλων, ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατοἐπριτο Καλῖβις Πετεμαρσνούφιος Περσίνη ὡς ἐτῶν κ μέση μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν χαλκοῦ νομίσματος ταλάντου ἑνός . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Ψενενοῦπις ὁ ἀποδόμενος, ὃν ἐδέξατο Καλῖβις ἡ πριαμένη. Ἑρμίας κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.