no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 116.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιε ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Φαῶφι ιϛ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμουἀγορανόμου. ἀπέδοτο Νεχούτης Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νδ μέσος μελίχρως μακροπρόσωπος εὐθύριν οὐλὴ ἀριστερῶι τὴν ὑπάρχουσαν αὐτῷ γῆν ἤπειρον σιτοφόρον τῆς οὔσης ειτασαμ ἐν Τεμραύθει γείτονες νότου γῆ Πετεαρομένου βορρᾶ Ψενεχούτου Ψενεχου τοῦ Πετεαρσεμθέως, ἀπηλιώτου ἀμπελὼν τοῦ αὐτοῦ, λιβὸς περίχωμα ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν ἐπρίατο Ἁρσιῆσις Σχώτου ἱερεὺς Σούχου καὶ Ἀφροδίτης ὡς ἐτῶν με μέσος μελίχρως μακροπρόσωπος εὐθύριν χαλκοῦ τάλαντα δραχμὰς τρισχιλίας ὀκτακοσίαςὠκτακοσίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Νεχούτης ὁ ἀποδόμενος ὃν ἐδέξατο Ἁρσιῆσις ὁ πριάμενος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.