no image
DDbDP-text
Sale of Land, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 17.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους πεντεκαιδεκάτου ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παχὼν κϛ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Νεχούτης Σεκοῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν οβ μέσος μελάγχρως τετανὸς μακροπρόσωπος εὐθύριν ἀδύνατος τοῖς ὄμμασι ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι ἐν τῶι ἄνω πεδίωι Κροκοδίλων πόλεως γῆς ἠπείρου σιτοφόρου ἀρουρῶν εἴκοσι μιᾶς τῶν ἐν Σω ῥοῇ ἀρούρας πέντε τέταρτον , ὧν παρὰ νότου ἐπὶ βορρᾶν σχοινίου ἑνὸς τετάρτου , ἀπηλιώτου ἐπὶ λίβα σχοινίων ἑξακοσίων τριῶντρεις . γείτονες νότου γῆ Ἑρμίου τοῦ Σος, βορρᾶ γῆ Σχώτου τοῦ Τρύφωνος, ἀπηλιώτου τὸ λοιπὸν τῆς γῆς, λιβὸς ἡ φέρουσα εἰς τὸ Κρόνειον ὁδός, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούτου Πέρσης τῆς ἐπιγονῆς τῶν ἐκ Παθύρεως ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακρο πρόσωπος εὐθύριν οὖςὦς ἀριστερὸν τετρημένον χαλκοῦ ταλάντων πέντε . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Νεχούτης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Πανίσκος κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.