no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 117.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ἑκκαιδεκάτου ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄν των καὶ οὐσῶν μηνὸς Χοιὰκ ἐν Κροκοδίλων πόλει ἐπὶ Πανίσκου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Πετεσοῦχος Σχώτου ἱερεὺς Σούχου καὶ Ἀφροδίτης ὡς ἐτῶν νδ ἐλάσσων μελίχρως μακροπρόσωπος εὐθύριν ἀδύνατος ὄμμασι τὴν ὑπάρχουσαν αὐτῶι ἐν τῶι ἄνω πεδίωι περὶ Πάθυριν γῆν ἤπειρον σιτοφόρον ἀρουρῶν ἧς γείτονες νότουπλατεῖαὁδός, βορρᾶ περίχωμα προπεπρα τωι ἀρουρ, λιβὸς ὄρος ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ἁρσιῆσις Σχώτου τῶν αὐτῶν ἱερέων ὡς ἐτῶν μζ μέσος μελίχρως μακροπρόσωπος εὐθύριν ὦτα ἀφεστηκότα χαλκοῦ ταλάντου ἑνός . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην Πετεσοῦχος ὁ ἀποδόμενος ὃν ἐδέξατο Ἁρσιῆσις ὁ πριάμενος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.