no image
DDbDP-text
Kaufvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 127.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιϛ ἐφʼ ἱερέωνἱερείων καὶ ἱερειῶνἱερεῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Θωὺθ γ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Εὔνους ὃς καὶ Νεχούτης Πατσεοῦς Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ν μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ ὀδόντι ἄνω ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ οἰκίαςοἰκίαν ᾠκοδομημένης καὶ ἐστεγασμένης τῆς οὔσης ἐν τῷ ἀπὸ νότου καὶ ἀπηλιώτου μέρει τῆς ἐν Παθύρει κρήνης τὸ ἐν τῷ ἀπὸ λιβὸς μέρει ὑπερῷονὑπερων α καὶ τὸ ἐν ταύτῃταυτης κατάγαιον ἧς γείτονες· νότου οἰκία Ὀρσηοῦς τοῦ Ὥρου βορρᾶ καὶ ἀπηλιώτου τὸ λοιπὸν τῆς Εὐνόου οἰκίας λιβὸς ῥύμη ἐφ ᾧ ἀνοίξειἀνύξειἐφʼ ὧν οἴξειὔξει τὴν θύραν εἰς τὴντο Ὀρσηοῦς οἰκίανοἰκιας ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεσοῦχος Νεχθανούπιος ὡς ἐτῶν λ χαλκοῦ δραχμὰς δισχιλίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Εὔνους ὃς καὶ Νεχούτης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεσοῦχος ὁ πριά μενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἔτους ιϛ Φαρμοῦθι κα τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Πανίσκος ι ἐγκυκλίου κατὰ τὴν παρὰ διαγραφὴν Πανίσκου τοῦ πρὸς τῆι ὠνῇ διαγραφὴν ὑφʼ ἣν ὑπογράφει Ἀπολλώνιος ὁ ἀντιγραφεὺς ὠνὴνὠνη Πετεσοῦχος Νεχθανούπιος ἥμισυ οἰκίας ᾠκοδομημένης καὶ τεθυρωμένης ἐν τῆι κρήνῃ Παθύρεως ὃν ἠγόρασεν παρʼ Εὐνουσος τοῦ Πατσεοῦτος πρὸς χαλκοῦ δραχμὰς Β τέλος οὗ ἀλλαγὴ δραχμὰς ρ γίνονται δραχμαὶ ρ. Πανίσκος τραπεζίτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.