no image
DDbDP-text
Kaufvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 128.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεσορὴ ε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ὠνή. ἀπέδοτο Πανοβχοῦνις Παοῦτος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν ξ μέσος μελίχρωςμελίχρω τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν ἀπὸ τῆς ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς γῆς ἠπείρου σιτοφόρου ἀδιαιρέτου ἐν τῷ ἀπὸ βορρᾶ πεδίωι Παθύρεως τὸ ἐπιβάλλον αὐτῷ μέρος ἕβδομον· γείτονες ὅλης τῆς γῆς· νότου γῆ Πατοῦτος τοῦ Ψεμμώνθου βορρᾶ γῆ Φαμούνιος ἀπηλιώτου κοιλὰς διῶρυξ καλούμενος πλα Παθύρεως λιβὸς ὄροςροσ ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Εὔνους Ἀσκληπιάδου ΠέρσηςΠέρσου ὡς ἐτῶν με μέσος μελίχρωςμελίχρω τετανὸς μακροπρόσωπος εὐθύριν χαλκοῦ δραχμὰς δισχιλίας καὶ διακοσίας . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κα τὰ τὴν ὠνὴν ταύτην πάντων Πανοβχοῦνις ὁ ἀποδόμενος, ὃν ἐδέξατο Εὔνους ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ἔτους ιϛ Μεσορὴ λ τέτακται ἐπὶ τὴν ἐν Κροκοδίλων πόλει τράπεζαν ἐφʼ ἧς Παγκράτης δεκάτης ἐνκυκλίου κατὰ διαγραφὴν Ἀπολλωνίου τελώνου Εὔνους Ἀσκληπιάδου γῆς ἀρουρῶν ἕβδομον, ὧν αἱγῆςγῆ μέρος ἕβδομον ὧν αἱγῆςγῆ ἀρουρῶν ἑβδομήκοντα γειτνίαιγιτνίαι δεδήλωνταιαιμενη διὰ τῆς προκειμένης συνγραφῆς ὃν ἠγόρασεν παρὰ Πανεβχούνιος Παοῦτος χαλκοῦ δραχμὰς Βσ τέλος τ γίνονται τ Παγκράτης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.