no image
DDbDP-text
Hauskauf via HGV-meta
Linked by Trismegistos ID
TM 79.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ιϛ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ε, ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πελαίας Ψενθώτου Πέρσης, τῆς ἐπιγονῆς, ὡς ἐτῶν ν, μέσος, μελίχρως, τετανός, μακροπρόσωπος, εὐθύριν, τὴν ὑπάρχουσαν αὐτῷ οἰκίαν ᾠκοδομημένην καὶ ἐστεγασμένην, δίστεγον καὶ τε θυρωμένην, καὶ τὴντῆς προσοῦσανπροσουσης αὐλὴναὐλης καὶ τὴν εἴσοδονεἰσοδου καὶ ἔξοδονἐξοδου τὴντῆς οὖσανοὐσης ἐν τῇ μέσῃ μερίδι Παθύρεως, ἧς γείτονες νότου καὶ ἀπηλιώτου οἰκία Ἐριέως τοῦ Πατοῦτος, βορρᾶ οἰκία Ἰμούθου τοῦ ἀδελφοῦ, λιβὸς οἰκία Σιεπμοῦτος καὶ ἡτην εἴσοδοςεἰσοδον ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεὺς Πανοβχούνιος ὡς ἐτῶν λ· προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πελαίας ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πετεαρσεμθεὺς ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. ὠνὴ Πετεαρσεμθέως πρὸς Πελαίαν ΨενθώτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.