no image
DDbDP-text
Sale of a House via HGV-meta
Linked by Trismegistos ID
TM 125.
Each record below describes this same ancient text from a different angle.
ἔτους κϛ Μεσορὴι κη. ἀπέδοτο Πετεῆσις Πατῆτος Πελαίαι Εὐνόου τὴν ὑπάρχου σαν αὐτῶι ἐν τῶι ἀπὸ ἀπηλιώτου μέρει Παθύρεως οἰκίαν ᾠκο δομημένην καὶ δεδοκω μένην καὶ τε θυρωμένην ἧςὡν αἱ γειτνίαι δεδήλωνται διὰ τῆς ὠνῆς. βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἕκτου καὶ εἰκοστοῦ, ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρουκλεοφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Μεσορὴι κη, ἐν Παθύρει ἐφʼ Ἑρμίου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Πετεῆσις Πατῆτος Πέρσης ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν οὐλὴ ὑπʼ ὀφρύι ἀριστερᾷ, τὴν ὑπάρχουσαν αὐτῶι οἰκίαν ᾠκοδομημένηνωκοδομεμενην καὶ δεδο κωμένην καὶ τεθυρωμένην τῆς οὔσης ἐν τῶι ἀπὸ ἀπηλιώτου μέρει Παθυρέως λεγομένης κρήνης, ἧς γείτονες νότου οἰκία Πελαίου τοῦ ὠνουμένου, βορρᾶ οἰκία Ταενούτιος τῆς Ψενποήριος ἧς κρατεῖ Τοτοῆς Πανεχάτου ἀπηλιώτου καὶ λιβὸς ῥύμη βασιλικὴ, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Πελαίας Εὐνόου χαλκοῦ ταλάντου α. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεῆσις ὁ ἀποδόμενος, ὃν ἐδέξατο Πελαίας ὁ πριάμενος. Ἑρμίας κεχρημάτικακεκρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.