no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 95.
Each record below describes this same ancient text from a different angle.
ἔτους κε Ἐπεὶφ κγ. ἀπέδοτο Νεχούθης Πετεαρσεμθέως Πετεαρσεμθεῖ Πανεβχούνιος γῆν ἤπειρον σιτο φόρον ἀρούρας ἥμισυ ἐν τῇ ταινίαι Παθύρεως. seal βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Κλεοπάτρας τῆς ἀδελφῆς θεῶν Φιλομητόρων Σωτήρων ἔτους πέμπτου καὶ εἰκοστοῦ ἐφʼ ἱερέωνἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἐπεὶφ κγ ἐν Παθύρει ἐφʼ Ἑρμίου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Νεχούθης Πετεαρσεμθέως Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν με μέσος μελίχρως κλαστὸς μακροπρόσωπος εὐθύριν ὦτα ἀφεστηκότα ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι τε καὶ τοῖς ἀδελφοῖς γῆς ἠπείρου σιτοφόρου ἀδιαιρέτου ἐν τῆι ταινίαι Παθύρεως λεγομένης Τέλωνος ἀπὸ τοῦ ἐπιβάλλοντος αὐτῶι μέρους ἀρούρας ἥμισυ , γείτονες ὅλης τῆς γῆς νότου γῆ Πετεαρσεμθέως τοῦ Πανεβχούνιος τοῦ ὠνουμένου, βορρᾶ γῆ Πβούχιος, ἀπηλιώτου ἀμπελὼν Κανώπου καὶ τῶν ἀδελφῶν, λιβὸς περίχωμα ἢ οἳ ἐὰν ὦσιν γείτονες πάντων πάντοθεν. ἐπρίατο Πετεαρσεμθεῦς Πανεβχούνιος χαλκοῦ ταλάντου α δραχμῶν Γ. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Νεχούθης ὁ ἀποδόμενος ὃνἡν ἐδέξατο Πετεαρσεμθεῦς ὁ πριάμενος. Ἑρμίας κεχρημάτικα Demotic ὠνὴ Πετεαρσεμθέως τοῦ Πανεβχούνιος πρὸς Νεχούθην Πετεαρσεμθέως ἀρούρας ἥμισυ .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.