no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 87.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιϛ τοῦ καὶ ιγ Φαμενὼθ ιβ. ὠνὴ Θαμούνιος Πετεαρσεμθέως τρίτου μέρους ἀπὸ γῆς ἐμφόρου ἐν σφραγῖσι β μιᾶς ἀρουρῶν β 𐅵, τῆς δʼ ἄλλης ἀρούρης α, ὧν αἱ γείτνιαι δηλοῦνται, χαλκοῦ ταλάντου α βεβαιωτὴς ὁ ἀποδόμενοςβεβαιώτρια ἡ ἀποδομένη βασιλευόντων βασιλίσσης Κλεοπάτρας θεᾶς Εὐεργέτιδος καὶ βασιλέως Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους ιϛ τοῦ καὶ ιγ ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Φαμενὼθ ιβ ἐν Διοσπόλει τῆι μικρᾶι τῆς Θηβαίδος ἐφʼ ἩρακλείουἩρακλείδου ἀγορανόμου. ἀπέδοτο Θαμοῦνις Πατοῦτος Διοπολῖτις ὡς ἐτῶν λγ μέση μελίχρους στρογγυλοπρόσωπος ἔνσιμος ἡσυχῆι οὐλὴ μετώπωι ἐκἐγ δεξιῶν ὑπὸ τρίχα μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Χεσθώτου τοῦ Πελαίου Διοπολίτου ὡς ἐτῶν λε μέσου μελιχρόου τετανοῦ μακροπροσώπου εὐθύρινος οὐλὴ πήχει ἀριστερῶι τὸ ὑπάρχον αὐτῆι τρίτον μέρος ἀπὸ γῆς ἐμφόρου ἀδιαιρέτου ἐν τῶι Παθυρίτηι ἐν σφραγῖσι δύσι , μιᾶς μὲν ἀρουρῶν δύο ἡμίσους ὧν γείτονες νότου γῆ Ἰβιοβοσκῶν, βορρᾶ Φατρέους μητρὸς Σεβτίτιος, ἀπηλιώτου γῆ Ἀῆτος, λιβὸς περίχωμα, τῆς δʼ ἄλλης ἀρούρας μίας ἧςων γείτονες νότου ΣλήπιοςΣλήνιοσ, βορρᾶ Πανᾶτος γῆ, ἀπηλιώτου πλωτὸς ποταμός, λιβὸς Αραμητος γῆ ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεῦς Νεχούθου τῶν ἐκ τοῦ Παθυρίτου ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν ὡς ἀριστερὸν τετρημένον χαλκοῦ ταλάντου ἑνὸς . βεβαιώτρια τῶν κατὰ τὴν ὠνὴν Θαμοῦνις ἡ ἀποδομένη ἣν ἐδέξατο ὁ πριάμενος. Πείσαρχος ὁ παρʼ Ἡρακλείδου κεχρημάτικα. ἔτους ιϛ τοῦ καὶ ιγ Φαμενὼθ ιβ. ἔτους ιϛ τοῦ καὶ ιγ Φαρμοῦθι α. τέτακται εἰςτετελώνηται τὴν δεκάτην τοῦ ἐγκυκλίου διὰ Πανίσκου τελώνου Πετεαρσεμθεῦς Νεχούτου γῆς ἠπείρου μέρους τρίτου ἐν σφραγῖσι δύσι , μιᾶς ἀρουρῶν β 𐅵, ἄλλης ἀρούρας α, γίνονται γ 𐅵. τὸ ἐπιβάλλον ἐν πεδίωι Παθύρεως ἣν ἠγόρασεν παρὰ Θαμούνιος τῆς Πατοῦτος χαλκοῦ ταλάντου α τέλος χ ψκ. Πανίσκος τραπεζίτηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.