no image
DDbDP-text
Kaufvertrag über zwei Grundstücke (Agoranomisches Protokoll) via HGV-meta
Linked by Trismegistos ID
TM 80.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ Θεῶν Φιλομητόρων Σωτήρων ἔτους ιγ τοῦ καὶ ι ἐφʼ ἱερέωνἱερείων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Μεσορὴ κγ ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Πετεαρσεμθεὺς Πανοβχούνιος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λ εὐμεγέθης μελίχρως ὑπόκλαστος μακροπρόσωπος εὐθύριν οὐλὴ ὀδόντι καὶ παρʼ ὀφθαλμὸν ἀριστερὸν τὴν ἐπιβάλλουσαν αὐτῷ τετάρτην μερίδα ἀμπελῶνοςἀμπελωνα συνφύτου τοῦ ὄντος ἐν τῇ ταινίᾳ Παθύρεως καὶ πάντων τῶν φυομένων δένδρων καὶ πέμπτην μερίδα γῆς σιτοφόρου ἐν τῷ ἀπὸ βορρᾶ καὶ λιβὸς τοῦ ἀμπελῶνος συναπτούσηςσυναπτουσαι ἐν τῇ αὐτῇ ταινίᾳ ὑπαρχούσης αὐτῷ καὶ τοῖς ἀδελφοῖς ἀδιαιρέτου, ὧν γείτονες νότου ἀμπελὼν Ταθώτιος τῆς Φίβιος, βορρᾶ γῆ Πατοῦτος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου περίβολος τῶν ἀμπελώνων, λιβὸς περίχωμα, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Σεννῆσις Ψενθώτου Περσίνη ὡς ἐτῶν κε ἐλάσσωνἐλάσσω μελίχρως κάκοψις μετὰ κυρίου τοῦ ἑαυτῆς ἀδελφοῦ ΠετεαρσεμθέωςΠετεαρσεμθευς Πανοβχούνιος τοῦ πωλουμένου τιμῆς τῆς συνχωρηθείσης χαλκοῦ ταλάντου α δραχμῶν Εφ. προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πετεαρσεμθεὺς ὁ ἀποδόμενος, ὃνἡν ἐδέξατο Σεννῆσις ἡ πριαμένη. ὠνὴ Πετεαρσεμθέως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.