no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 94.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιϛ Ἁθὺρ ιε. ἀπέδοτο Γαλάτης Πελαίου τῶν ἐκ Παθύρεως σιδηρουργῶν ἀπὸ τοῦ ὑπάρχοντος αὐτῶι ἐδάφους ἀμπελῶνα ἀσύμφυτον ἐν Τεμραύθει ἐν τῶι ἀπὸ βορρᾶ μέρει Παθύρεως. ἐπρίατο Πετεαρ σεμθεῦς Πα νεβχούνιος τιμῆς χαλκοῦ δραχμῶν Δ. βασιλευόντων Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου καὶ Βερενίκης τῆς ἀδελφῆς θεῶν Φιλομητόρων ἔτους ἑκκαιδεκάτου ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Ἁθὺρ ιε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Γαλάτης Πελαίου Πέρσης τῶν ἐκ Παθύρεως σιδηρουργῶν ὡς ἐτῶν νε μέσος ἐπίπυρρος μακροπρόσωπος εὐθύριν οὐλὴ μετώπωι ἐκἐγ δεξιῶνδεξιωι ἀπὸ τοῦ ὑπάρχοντος αὐτῶι ἐδάφους ἀμπελῶναἀμπελωνος ἀσύμφυτον ἐν Τε μραύθει ἐν τῶι ἀπὸ βορρᾶ μέρει Παθύρεως οὗ γείτονες νότου Ψενοσίριος τοῦ Κανώπου καὶ τῶν ἀδελφῶν, βορρᾶ Ταμούθιος τῆς Πελαίου, ἀπηλιώτου νήσοςνησου καλουμένη Τμονπιτεβ, λιβὸς ΠατοῦτοςΠατύτιος τοῦ Ὥρου καὶ τῶν ἀδελφῶν ἢ οἳ ἂν ὦσιν γείτονες πάντοθεν. ἐπρίατο Πετεαρσεμθεῦς Πανεβχούνιος ΠέρσηςΠερσηι τῶν ἐκ Παθύρεως ὡς ἐτῶν μ μέσος μελίχρως τετανὸς στρογγυλοπρόσωπος εὐθύριν οὐλὴ μετώπωι ἐκἐγ δεξιῶνδεξιωι τιμῆς χαλκοῦ δραχμῶν τετρακισχιλίων . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν ταύτην Γαλάτης ὁ ἀποδόμενος ὃν ἐδέξατο Πετεαρσεμθεῦς ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.