no image
DDbDP-text
Sale of Palm Grove, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 8.
Each record below describes this same ancient text from a different angle.
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου ἈλεξάνδρουἈλεξαν τοῦ υἱοῦ θεῶν Φιλομητόρων ἔτους ιγ τοῦ καὶ ι ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παῦνι κε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Θαῖβις Φίβιος Περσίνη ὡς ἐτῶν νη μέση μελίχρως στρογγυλοπρόσωπος εὐθύριν ὑπόσκνιφος, μετὰ κυ ρίου τοῦ ἑαυτῆς συνγενοῦς ΠαοῦτοςΠαους πρεσβυτέρουπρεσβυτερος Πατοῦτος τοῦ Φαγώνιος Πέρσου ὡς ἐτῶν λε μέσου μελίχρωτος μακροπροσώπου εὐθυρίνου οὐλὴ κνήμῃ ἀριστερόν, ἀπὸ τοῦ ὑπάρχοντος αὐτῇ ἐδάφουςἐδάφος φοινικῶνος φυομένων καὶ τῶν συνκυρόντων πάντων, τῆς οὔσης ἐν τῷ ἀπὸ ἀπηλιώτου μέρει Παθύρεως ἐκτὸς διώρυγος, τὸ ἐπιβάλλον Πασῆμι τῶι νεωτέρῳ μου υἱῶι ἕκτον μέρος, οὗ γείτονες νότου καὶ ἀπηλιώτου τὸ λοιπὸν φοινικῶνος αὐτῆς, βορρᾶ Γούνσιος τοῦ Θοτομοῦτος, λιβὸς διῶρυξ, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν· τοῦτο δʼ ἔστιν πεπραμένον διὰ τὸ μὴ ποιῆσαι τὰ ἑσταμένα. ἐπρίατο Πανοβχοῦνις Νεχούτου ὡς ἐτῶν με χαλκοῦ τάλαντον ἓν δραχμὰς δισχιλίας . προπωλήτρια καὶ βεβαιώτρια τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Θαῖβις ἡ ἀποδομένη, ἣνὁν ἐδέξατο Πανοβχοῦνις ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.