no image
DDbDP-text
Verkauf eines Esels via HGV-meta
Linked by Trismegistos ID
TM 15839.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Γοῦνθος Παμούνιος μητρὸς ὡς ἐτῶν οὐλὴ δακτύλῳ λιχανῷ ἀριστερᾶς χειρὸς ἀπὸ κώμης Σκιν επώεως τοῦ Λυκοπολίτου νομοῦ Αὐρηλίῳ Ἰσιδώρου ἀπὸ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ἐπὶ τὸν ἀεὶ χρόνον ὄνον μου ἄρρενα ἀμμόχρωμον πρωτοβόλον ὃν παραδέδω κά σοι ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου Σεβαστοῦ νομίσματος ταλάντων τεσσεράκοντα γίνεται ἀργυρίου τάλαντα μ, ἅπερ αὐτόθι δέχο μαι παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους καὶ βεβαιώσω σοι περὶ αὐτοῦ πάσῃ βεβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου. ἡ πρᾶσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Ἰουνίου Βάσσου καὶ Φλαυίου Ἀβλαβίου τῶν λαμπροτά των ἐπάρχων Χοιὰκ κε. Αὐρήλιος Γοῦνθος Παμούνιος πέπρακα τὸν ὄνον καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω ὡς πρόκειται. Αὐρήλιος Θεόδωρος Δίωνος ἔγραψα ὑπὲρυιερ αὐτοῦ γράμμα τα μὴ εἰδότος. drawing ΣκινεπώεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.