no image
DDbDP-text
Sale of a Female Ass via HGV-meta
Linked by Trismegistos ID
TM 20909.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Κορνήλιος Ἁτρῆ τος μητρὸς Θαήσιος ἀπὸ κώμης Πενεύτου τῆς Διοσπόλεως Αὐρηλίῳ Ἀπολλωνίου Σαραπίωνος ἀπὸ τῆς λαμπρᾶς Ὀξυρύγχων πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παραδεδωκέναι σοι ἐπʼ ἀγορᾶς τοῦ Ἄνω Κυνοπολείτου ὄνονὀνην θήλειανθήλιαν πρωτοβόλον μυόχρωμον, τιμῆς τῶν πρὸς ἀλλήλους συμπεφωνημένων ἀργυρίου σεβαστῶν νομίσ ματος τάλαντα δέκα , τάλαντα ι, ἃ καὶ αὐτόθιαὐτόθει ἀπέσχον παρὰ σοῦ ἐκ πλήρους, τῆς βεβαιώσεως πρὸς πᾶσαν βεβαίωσιν ἐξακολου θούσης ἐμοὶ τῷ πεπρακό τι διὰ παντός. κυρία ἡ πρᾶσις, καὶ ἐπερωτηθεὶς ὁμολογῶ. ὑπατείας τοῦ κυρίου ἡμῶν Μαξιμιανοῦ τὸ β Σεβαστοῦ Ἐπὶφ ιη. Αὐρήλιος Κορνήλιος πέπρακαπαίπρακα τὴν ὄνονὀνην καὶ ἀπέσχονἀπείσχον τὴν τιμὴν πλήρηπληρην ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.