no image
DDbDP-text
Sale of Coarse Barley Meal on Credit via HGV-meta
Linked by Trismegistos ID
TM 22667.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἀπόλλων Διδύμου μητρὸς Ἀρσινόης ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Παοῦτι καὶ ὡς χρηματίζει ἀπὸ Δίννεως τοῦ Ἀρσινοίτου νομοῦ χαίρειν· ὁμολογῶ ὀφείλειν σοισυ ὑπὲρ ὧν ἠγόρασα καὶ ἐβάσταξα κρίμνου ψειέθων δύο ἀργυρίου Σεβαστῶν νομίσμα τος τάλαντα δέκα καὶ δραχμὰς τρισχιλίαςτρεισχειλείας γίνονται τάλαντα ι δραχμαὶ Γ, ἅπερ ἀποδώσω σοισυ τῷ Παχὼν μηνὶ τοῦ ἐνεστῶτος κ καὶ ιβ ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίαςεὑρησιλογείας γινομένης σοι τῆς πράξεως ἐκ τʼ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόν των μοι πάντων· κύριον τὸ χειρόγραφον πανταχῇ ἐπιφε ρόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι καὶ ἐπερωτηθεὶς ὡμολόγησα· ἔτους κ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτους ιβ τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων Μεχεὶρ θ· Αὐρήλιος Ἀπόλλων Διδύμου ὀφείλωὀφίλω ὑπὲρ τιμῆς κρίμνουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.