no image
DDbDP-text
Contratto per fornitura di stoppa con pagamento anticipato via HGV-meta
Linked by Trismegistos ID
TM 21285.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Πετερμοῦθις Διοσκόρου μητρὸς Ἀπίας ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπρο τάτης Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Ἀπολλωνίῳ Ἤλιτος τοῦ καὶ Διογένους ἀπὸ τῆς αὐτῆς πόλεως τῶν ἐξ ἐφηβεί ας ἱερονικῶνἱερονεικῶν χαίρειν. ὁμολογῶ ἐσχηκέ ναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου τιμὴν πλήρη σιππίων δεσμιδίων ἀριθμῷ ἑκατὸν εἴκοσι ὁλκῆς ὡς τοῦ δεσμιδίου ἑνὸς λιτρῶν πέντε ἅπερ ἐπάναγκες ἀποδώσω σοι τῷ Μεσορῇ μηνὶ τοῦ ἐνε στῶτος κ ἔτους λυτὰ καθαρὰ εὐάρεστα ἄνευ πάσης δίσης ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. εἰ δὲ μή, ἐκτείσω σοι τὴν ἐπὶ τοῦ τότε καιροῦ ἐσομένην τοῦ σιππίου τιμὴν διπλῆν ἔτους κ Διοκλητιανοῦ Εὐσεβοῦς Σεβαστοῦ Φαῶφι κα. Αὐρήλιος ΠατερμούθιςΠατερμούθεις Διοσκόρου ἔσχον τὴν τιμὴν πλήρηπλήρης τῶν σιππίων δεσμιδίωνδεσμειδίων ἀριθμῷἀριδμῷ ἑκατὸν εἴκοσι καὶ ἀποδώσω ὡς πρόκειται καὶ ἐπε ρωτηθεὶς ὁμολόγησαὁμοληγησα. Αὐρήλιος Ἄμμων ἔγραψα ὑπὲρ τοῦ ἀδελφοῦ μου μὴ εἰ δότοςεἰδόδες γράμματαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.