no image
DDbDP-text
Ordre de versement d'une pension d'athlète à Aurélios Ploution via HGV-meta
Linked by Trismegistos ID
TM 22969.
Each record below describes this same ancient text from a different angle.
πβ Αὐρηλίῳ Ἀλεξάνδρῳ τῷ καὶ Ἀντωνίνῳ βουλευτῇ ταμίᾳ πολιτικοῦ λόγου Αὐρηλίῳ Πλουτίωνι κρατίστῳ δουκηναρίῳ καὶ ἀπὸ Μουσείου ἱερο νίκῃ διὰ τοῦ πατρὸς Ἐπιμάχου τοῦ καὶ καὶ ὡς χρηματίζει αἰτησαμένῳ ἐπισταλῆναι ἐκ τοῦ πολιτικοῦ λόγου ὑπὲρ ὀψωνίων αὐτοῦ ὧν ἐνίκησεν καὶ ἐστεφανώθη ἱερῶν εἰσελαστικῶν οἰκου μενικῶν ἀγώνων τῶν ἀπὸ Παῦνι μηνὸς τοῦ διεληλυθότος ιδ ἔτους ἕως Θὼθ καὶ αὐτοῦ τοῦ ἐνεστῶτος ιε ἔτους μηνῶν δ ὡς τοῦ μηνὸς δραχμῶν διακοσίων λοιπογεγραμμένων δραχμῶν Γρξη ὑπολογουμένων δραχμῶν κγ τριωβόλου τὰς συναγομένας ἀργυρίου δραχμὰς τρισχιλίας ἑκατὸν τεσσαράκοντα τέσσαρας ὀβολοὺς τρεῖς γίνεται ἀργυρίου δραχμαὶ Γρμδ τριώβολον ἐξοδίασον, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ ὧν ἔχου σι πάντων δικαίων· ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ ΦαῶφιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.