no image
DDbDP-text
Brouillon d'une lettre relative aux liturges qui escortent la cavalerie lourde via HGV-meta
Linked by Trismegistos ID
TM 22991.
Each record below describes this same ancient text from a different angle.
ἡ κρατίστη βουλὴ Ἑρμουπόλεως τῆς μεγάλης διὰ Αὐρηλίου καὶ ὡς χρη ματίζει ἐνάρχου πρυτάνεως Αὐρηλίῳ Ἀμβροσίῳ τῷ καὶ ἙρμαίῳἙρμέῳ τῷ φιλτάτῳ χαίρειν· ἐπιστείλαντός σου ἡμῖν περὶ ἐπιμελητῶν καταφράκτων ἀποστελλομένων εἰς τὴν λαμ προτάτην Ἀλεξάνδρειαν καὶ εἰς τὴν Ἡλιούπολιν ἀναγκαίως ἑλόμενοι τοὺς ὑπογεγραμμένους λειτουργήσοντας τῷ κινδύνῳ ἑαυτῶν καὶ ἁπάσης τῆς κρατίστης ἡμῶν βουλῆς οἰόμενοι εὔλογον εἶναι τὴν τούτων κατακολουθίαν γενέσθαι παρʼ ἑνὸς τῶν γενομένων ἐπιμελητῶν τῆς αὐτῆς πόλεως καὶ ἵνʼ εἰδέναι ἔχοι ποιῆσαι ἑλόμενοι δηλοῦντες ἐπιστέλλομέν σοι interlinear lines 1-4 were written between lines 8-11 respectively ἐπιστέλλομέν σοι ἵνʼ εἰδῇς καὶ ἀκόλουθα πράξῃς δῆλον δὲ ὡς ἐὰν μὴ τὰς ἀξιοχρείας παρέξουσι λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.