no image
DDbDP-text
Liturgische Vorschlagsliste via HGV-meta
Linked by Trismegistos ID
TM 17727.
Each record below describes this same ancient text from a different angle.
παρὰ Αὐρηλίων Λυσιμάχου καὶ Χωοῦτος καὶ καὶ τῶν πάντων ἀπὸ κώμης Πρήκτεως τοῦ αὐτοῦ νομοῦ, προεστώτων τῆς αὐτῆς κώμης. ἀνα δίδομεν καὶ εἰσαγγέλλομεν τοὺς ἑξῆς ἐγγεγραμ μένους συνπνέοντας ἡμῖν ποιησομένους ἅπαντα τὰ πρὸς τὴν κώμην ζητούμενα δημόσια ἐπιτάγματα καὶ ἀπαίτησιν τῶν δημοσίων τελεσμάτων ὄντας εὐ θέτους καὶ ἐπιτηδείουςἐπιτηδίους πρὸς τὴν ἑκάστου χρείαν κινδύ νῳ ἡμῶν τῶν τὴν ὀνομασίαν αὐτῶν πεποιη μένων. εἰσὶ δέ· Πόλυς Σιλβανοῦ δἰ ἐμοῦ Λυσιμάχου Φῖβις Ἡρακλῆτος διʼ ἐμοῦ χωοῦτος Κάστωρ Πολυδεύκους δἰ ἐμοῦ Σαρμάτης Σιλβανοῦ διʼ ἐμοῦ οὕσπερ ἐγγυώμεθα καὶ παραστήσομεν ἀμέμπτως σὺν ἡμῖν ὑπακούσαντας ἅπαντα τὰ πρὸς τὴν κώ μην ζητούμενα ἐπιτάγματα. ἐὰν δέ τις αὐ τῶν λιποτακτήσῃ καὶ μὴ παραστήσωμεν, ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομεν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.