no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 22638.
Each record below describes this same ancient text from a different angle.
κυρίοιςκυριω μου ἀδελφοῖςἀδελφῷ Βίκτωρι καὶ Μαξίμῳ καὶ Βίκτωρι ἑτέρῳ καὶ Θεωνᾷ Βίκτωρ καὶ ΚολλοῦθοςΚολλούθου κεφαλαιωταὶ τοῦκεφαλαιοτάτου ἡγεμονικοῦ πολυκώπου τοῦ ὑπὸ ἈπίωνοςἈπίωνιος ἀρχικυβερνήτου χαίρειν. οὐ καλῶς ἐποιήσατε οὔτε ἀκίνδυνον ὑμῖν ἦν κατασχόντεςκατασχοντε τὸν ἡμέτερον ἐρέτηναιρετην Σεννούθην ἐκ πατρὸς Βίκτορος ἙρμοπολίτηνἙρμοπολείτην λειτουργίας ἕνεκα οὐ προσηκούσης αὐτῷ. τοῦ γὰρ πατρὸς αὐτοῦ λειτουργοῦντος ἐκ πολλοῦ τοῦ χρόνου εἰς τὸ αὐτὸ πολύκωπον καὶ μισθοὺς χορηγοῦντος ὑπὲρ ἰδίας κεφαλῆς καὶ συντελοῦντος ἡμῖν ἐκ πατρῷας αὐτοῦ διαδοχῆς, ὑπάρχει ἡμῖν ἐρέτηςἐρετηναιρετην τοῦ αὐτοῦ πολυκώπου ὁ κατασχεθεὶς παρʼ ὑμῶν. ὅθεν εἰδότες τὸ γεγονὸς ἄτοπον, σπουδάσατε τοῦτον ἀπολῦσαι καὶ φυλάττειν τῇ τηλικαύτῃτηλικούτῃ ἀρχοντικῇ ὑπηρεσίᾳ, εἴ γε βούλεσθε ἔχθραν μεγάλην περιγράψαι. εἰ γαρ δὲ οὖν ἐπιμένητε τῇ αὐτῇ ἐπηρείᾳἐπηρίᾳ, μεταγνῶναι ἔχετε ὥστε καὶ ἀγανακτήσεως δικαστικῆς πειραθῆναι, οὐδὲν δὲ ἧττον καὶ ζημίας ὑφίστασθαι. βούλεσθε οὖν τὸν κατασχεθέντα πάσης ἐπηρείαςἐπηρίας ἀπαλλάξαι, εἰδότες τὴν ἀκολουθίανἀκαλουθίαν· πεισθέντων γὰρ ὑμῶν τούτοις ἡμῶν τοῖς γράμμασιν, νομίζομεν ὅτι δυνάμεθα καὶ αὐτοὶοι χρησιμεύειν ὑμῖν ἐν τῇ τάξει εἰς ὃ ἐὰν βουληθῆτε ἐπὶ τόπων. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. ἀπόδος Βίκτορι καὶ Μαξίμῳ καὶ Βίκτορι ἑτέρῳ καὶ Θεωνᾷ καὶ Βίκτορος καὶ Κολλούθου κεφαλαιωτῶνκεφαλαιωτάτων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.