no image
DDbDP-text
Αὐρηλίῳ Ἀσκληπιάδῃ πραιποσίτῳ ιε πάγου νομοῦ Ἑρμοπολίτου παρὰ Αὐρηλίου Πανεχώτου Ὥρου πρεσβυτέ ρου ἀπὸ κώμης Σενομορρῶ τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν πάντα νικώντωννικόντων δεσποτῶν ἡμῶν Αὐγούστων ἠγγυῆσ θαιἐγγεγυησθαι μονῆς καὶ ἐμφανείαςἐμφανίης Αὐρήλιον ΠατῶταΠατως Ὥρου εἰς κωμαρχίαν τῆς αὐτῆς κώμης. ἐὰν δὲ ἀποστῃ καὶ μὴ παραστήσω, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας Σεπτιμμίου Ἀκινδύνου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου καὶ Ποπουλωνίου ΠροκούλουΠωπουλωνίου προκόλου τοῦ λαμπροτάτου Ἐπεὶφ ιε Αὐρήλιος Πανεχώτης ὁ προκείμενος ἐγγυῶμαι καὶ παραστήσω ὡς πρόκειται. Αὐρήλιος Σιλβανὸς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.