no image
DDbDP-text
Surety for colonus via HGV-meta
Linked by Trismegistos ID
TM 19765.
Each record below describes this same ancient text from a different angle.
χμγ μετὰ τὴν ὑπατείαν Φλαυίου ΛέοντοςΛεωνος τοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Προβινιανοῦ τοῦ λαμπροτάτου Χοιὰκ ε ι ἰνδικτίονος. Φλαυίῳ Ἀνδρέᾳ τῷ λαμπροτάτῳ υἱῷ τοῦ τῆς περιβλέπτου μνήμης Σερήνου διὰ Φοιβάμμωνος βοηθοῦ παρὰ Αὐρηλίου Βάνου Πινουτίωνος μητρὸς Μαρίας ἀπὸ κώμης Ἄκεως τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογῶ ὀμνὺς τόν τεδε παντο κράτορα Θεὸν καὶ τὴν εὐσέβειαν καὶ νίκην τῶν δεσποτῶν ἡμῶν Φλαυίων Λέοντος καὶ Ἀνθεμίου τῶν αἰωνίων Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Δαυεὶδ Σιφίου ἀπὸ τῆς αὐτῆς κώμης ἐπὶ τὸ αὐτὸν παραμεῖναι τῇ κώμῃ καὶ ἀποκρίνασθαι ὑπὲρ τῶν δημοσίων τῆς αὐτοῦ κεφαλῆς ἑκάστου μερισμοῦ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον καὶ μὴ ἀπολείπεσθαι. εἰ δὲ ἀπολειφθείη καὶ μὴ παραστήσω, ἐγὼ αὐτὸς οἴκοθεν ὑπὲρ αὐτοῦ ἀποδώσω τὰ δημόσια τῆς αὐτοῦ κεφαλῆς μόνα κιν δύνῳ ἰδίῳ καὶ πάσης τῆς ἐμῆς ὑποστάσεως. ἐὰν δὲ μὴ ἀπο δίδωμι ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τού του κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Βάνος Πινουτίωνος ὁ προγεγραμμένος ἐπώμοσα τὸν θεῖον ὅρκον καὶ παραστήσω ὡς πρόκειται ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.