no image
DDbDP-text
Eine Gestellungsbürgschaft via HGV-meta
Linked by Trismegistos ID
TM 20083.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείανὑπατίαν τῶν δεσποτῶν ἡμῶν Θεοδοσίου τὸ ια, Οὐαλεντινανοῦ τὸ α τῶν αἰωνίων Αὐγούστων, Παχὼν ε ἐν Ὀξυρύγχων θ ἰνδικτίωνος τῇ τάξειτάξι τῆς ἐξουσίας τοῦ κυρίουκυρίω μου τοῦ μεγαλοπρεπεστάτου ος ἐπαρχίας Ἀρκαδίας ΦλαουίουΦλαουίω Ἀριστονίκου Ἀλεξάνδρου διὰ Φλαουίου ὁ δεῖνα διὰ Φλαουίου Σαμουὴλ Διοσκουρίδου τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν ὁμολογῶ ὀμνὺς θεὸν τὸν παντοκράτορα καὶ τὴν εὐσέβειαν εὐσέβιαν σωτηρίαν τῶν τὰ πάντα νικώντωννεικωντος δεσποτῶν ἡμῶν Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ τῶν αἰωνίων Αὐγούστων ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς τε καὶ ἐμφανίας Αὐρήλιον Σωτᾶν υἱὸνυἱος Ἀνουθίου ἀπὸ τῆς αὐτῆς Ὀξυρυγχιτῶν πόλεως ὑποβληθέντα βουλευτὴν καὶ ὣς καταφυγόντα εἰς παγανικὰς συντελείαςσυντελίας καὶ τοῦτον ἐπιζητούμενον τούτου ἕνεκα παραστήσω, ὁπόταν ἐπιζητῆται εἰ δὲ μὴ, ὑπεύθυνος ἔσομαι τῆς αὐτοῦ παραστάσεως καὶ πᾶσιαὐτοῖς τοῖς ἐπιζητου μένοις παρʼ αὐτῷ ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη καὶ ἐπερωτηθεὶς ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.