no image
DDbDP-text
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νεωτέρου τὸ α τῶν αἰωνίων Αὐγούστων Αὐρηλίῳ Καλλινίκῳ Ἑρμίνου πολι τευομένῳ νυκτοστρατήγῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Παχύμιος Παμούνιος ἑξῆς ὑπογράφοντος ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένου ἐπ' ἀμφόδου ἀπηλιώτου ἐριοπλύτου ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐρανίαν τύχην τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Οὐάλεντος καὶ Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν αἰωνίων Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγεγυῆσθαι Αὐρή λιον Διοσκόρου ἀπὸ τῆς αὐτῆς πόλεως, ὃν καὶ παραστήσω μονῆς καὶ ἐμφανείας ὁπηνίκα ἐὰν ἐπιζητηθῇ ὑπὸ τῆς σῆς ἐπιεικείας χωρίς τινος ὑπερθέσεως καὶ ἀντιλογίας· ἐὰν δὲ ἀφυστερή σῃ καὶ μὴ παραστήσω, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ, καὶ ἐπερωτηθεὶς ὡμολόγησα Παῦνι δ Αὐρήλιος Παχῦμις Παμούνιος ὁ προκείμενος ἐγγυῶμαι καὶ παραστήσω ὡς πρόκειται. δι’ ἐμοῦ Φιλοσαράπιδος ἐγράφη. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ νεωτέρου τὸ α τῶν αἰωνίων Αὐγούστων Αὐρηλίῳ Καλλινίκῳ Ἑρμίνου πολιτευο μένῳ ἐνάρχῳ νυκτοστρατήγῳ Ἑρμοῦ πόλεως τῆς λαμπροτάτης παρὰ Αὐρηλίου Παχύμιος Παμούνιος ἑξῆς ὑπογράφοντος ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένου ἐπ' ἀμφόδου ἀπηλιώτου ἐριοπλύτου ην ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐρανίαν τύχην τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Οὐάλεντος καὶ Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν αἰωνίων Αὐγούστων ἑκουσίως καὶ αὐθαιρέτως ἐγγεγυῆσθαι Αὐρήλιον οσιον Διοσκόρου ἀπὸ τῆς αὐτῆς πόλεως, ὃν καὶ πα ραστήσω μονῆς καὶ ἐμφανείας ὁπηνίκα ἐὰν ἐπιζητηθῇ ὑπὸ τῆς σῆς ἐπιεικείας χωρίς τινος ὑπερ θέσεως καὶ ἀντιλογίας· ἐὰν δὲ ἀφυστερήσῃ καὶ μὴ παραστήσω, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κιν δύνῳ, καὶ ἐπερωτηθεὶς ὡμολόγησα· Παῦνι δ Αὐρήλιος Παχῦμις Παμούνης ὁ προκείμενος ἐγγυῶμαι καὶ παραστή σω ὡς πρόκειται. δι’ ἐμοῦ Φιλοσαράπιδος ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.