no image
DDbDP-text
Gestellungsbürgschaft via HGV-meta
Linked by Trismegistos ID
TM 21098.
Each record below describes this same ancient text from a different angle.
μετὰ τὴν ὑπατείανὑπατίαν τῶν δεσποτῶν ἡμῶν Ὁνωρίου τὸ καὶ Θεοδοσίου τὸ ε τῶν αἰωνίων Αὐγούστων Χοιὰκ κ. ΑὐρηλίῳΑὐρήλιος Φοιβάμμωνι Ἀντιόχου ναυάρχῳναυάρχου τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιοςαυρηλιοι Μανάγης Παμάνου ἀπὸ ἐποικίου Μαλλίου τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν τὰ πάντα νικώντωννεικώντων δεσποτῶν ἡμῶν Ὁνωρίου ΘεοδοσίουΘεοδωσίου τῶν αἰωνίων Αὐγούστων ἑκου σίᾳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Θέωνα υἱὸν Πατᾶτος απο της ἀπὸαυτο τοῦ αὐτοῦ ἐποικίου παραμένοντα ἐν τῷ αὐ τῷ ἐποικίῳἐποικείῳ καὶ ὑπουργοῦντα πάντα τὰ γεουχικὰ ἔργα καὶ μὴ ἀπολιμπανόμενον, καὶ παραστήσω αὐτὸν ὅταν αἱρῇ ἐπὶ δημοσίου τόπου ἐπὶ τῆς πόλεως· εἰ δὲ μὴ αὐτὸν παραστήσω, ὑπεύθυνόν με εἶναι πᾶσι τοῖς πρὸς αὐτὸν ἐπιζητουμένοις ἀποκρίνασθαι εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Μανάγης Παμάνου ὁ προκίμενος ὤμοσα τὸν θεῖονθῖον ὅρκον καὶ ἐγγυῶμαι ὡς πρόκειται. γρον ἀποχὴ Θέωνος πρὸς Φοιβάμμωνα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.