no image
DDbDP-text
Εὐφράνορι χαίρειν. τοῦ δοθέντος ἡμῖν ὑπομνήματος παρὰ τῶν ἐκ Φιλοπάτορος γεωργῶν ὑπόκειταί σοι τὸ ἀντίγραφον. καλῶς οὖν ποιήσεις γράψας δοῦναι αὐτοῖς ἕως τοῦ δειγματισμοῦ ἐπὶ τοῦ παρόντος τιμὴν κρότωνος ἀρταβῶν τ, ὅπως ἔχωσιν ρ εἰς τὴν συναγωγὴν τοῦ λοιποῦ. ἔρρωσο. ἔτους κδ Παῦνι παρὰ τῶν ἐκ Φιλοπάτορος βασιλικῶν γεωργῶν τῶν ου τῆς Ἀπολλωνίου δεκαταρχίας. ἐπειδὴ μεμέτρη νται τ ἐκ τῆς ἡμετέρας δεκαταρχίας κρότωνος ἀρτάβαι Αχξζ καὶ ἐκ τῆς Δωρίωνος ϡξγ ὥστʼ εἶναι τὰς πάσας ἀρτάβας Βχλ, ἀξιοῦμέν οὖν σε, ἐάν σοι φαίνηται, χρηματισθῆναι ἡμῖν ἀπὸ τῆς τιμῆς τῶν Αχξζ ἀρταβῶν ὡς τῆς ἀρτάβης δραχμῶν δ ἐπὶ τοῦ παρόντος τ ἕως τοῦ δειγμα τισμοῦ, ὅπως ἂν ἔχωμεν εἰς τὴν λοιπὴν συναγωγὴν καὶ α καὶ μὴ καθυστερούντων ἡμῶν ἀνήλωμα τι γένηται, ἀλλὰ διὰ σὲ πολυωρίας τύχωμεν καὶ δυνώμεθα πλεῖόν τε ποιεῖν τῶι βασιλεῖ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.