no image
DDbDP-text
Ὧρος Ἁρμάει χαίρειν. προσπέπτωκέ μοι παρὰ πλειόνων τῶν ἐκ τοῦ νομοῦ καταπεπλευκότων τὸ ἔλαιον πωλεῖσθαι πλείονος τιμῆς τῆς ἐν τῶι προστάγματι διασεσαφημένης, παρὰ δὲ σοῦ οὐθὲν ἡμῖν προσπεφώνηται οὐδʼ Ἰμούθηι τῶι υἱῶι ἐπὶ τῶν τόπων μεταδεδώκατε. ἔτι οὖν καὶ νῦν διασάφησόν μοι, πῶς πωλεῖται τὸ ἔλαιον ἐν τοῖς κατὰ σὲ τόποις, ὅπως ἀνενέγκωμεν ἐπὶ Θεογένην τὸν διοικητήν. καὶ εἰς τὸ λοιπὸν δʼ ἐπιμελὲς ὑμῖν γινέσθω, ἐάν τι τοιοῦτο γίνηται ἢ παραλογεύωνται οἱ γεωργοὶ καὶ οἱ ἄλλοι ἢ ἐὰν ἄλλο τι ἀδίκημα γίνηται, γράφειν πρὸς ἡμᾶς ἢ Ἰμούθηι τῶι υἱῶι ἐπὶ τῶν τόπων ἐπιδιδόναι, ὅπως διὰ τούτου πέμπηται ἡμῖν καὶ ἀναφέρωμεν ἐπὶ τὸν διοικητήν. ἔρρωσο. ἔτους ε Παῦνι ιϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.