no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 11738.
Each record below describes this same ancient text from a different angle.
Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Στοτοήτιος τοῦ Στοτοήτιος ἀπὸ κώμηςκωμη ΣοκνοπαίουΣεγνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἔχοντός μου εἰπεῖν πρὸς Σωτᾶν Θέωνος καὶ τὸν τούτου υἱὸν Ἀμώνιον, ὄντας ἀπὸ τῆς μητροπόλεως, καταγεινομένουςκαταγεινομενου ἐν ἐποικίῳ Ἀρείου λεγομένῳλεγομενυ ὄντι περὶ κώ μην Ἡρακλείαν τῆς Θεμίστου μερίδος τολμῆς καὶ βίας ἀντεχομένων περὶ ἧς ἐποιήσαν τό μοι βίας συνεργοῦντεςσυνεργουντων ἀλλήλοις, συμπαραλαβόντεςσυμπαραλαβόντας αὑτοῖς Ἡρακλείδην ὑπηρέτην ὡς ἐξ ἐνκελεύσεως Θέωνος στρατηγήσαντος τῆς αὐτῆς μερίδος, μέχρι τοῦοῦ ἐν τάγματι γε νόμενοι ἐπιχείρημα κακουργότατον διαπράξασθαι, ἐπαναγκάσαιἐπανανκάσαι με μετὰ ὕβρεων καὶ πληγῶν ἐγδόσθαι γράμματα χειρογράφου πράσεως καὶ ὑποθήκης καὶ δανείου δραχμῶν τετρακοσίων ἐξ ὀνόματος τῆς ἀδελφῆς μου, μὴ συνθεμένης αὐτῆς, ἀλλὰ καὶ ἀπούσης, εἰς ὄνομα τῆς θυγατρὸς Σωτοῦ Σατυριαίνης, ἥνικα περιῆν, καταφρονήσαντες τῆς περὶ τοὺς πόδας μου διαθέσεως αὐθαδῶς ἀναστραφέντων καὶ ὡς ἐν ἐρημίᾳ χρησαμένων, οἰομένων προχωρεῖν αὐτοῖς τὰ ἄνομα καὶ ἄδικα τῷ καὶ μὴ ἐξοδιασμὸνἐξωδιασμὸν στατή ρων μὴ γεγονέναι, περὶ ὧν μὴ κατησυχάσας περὶ τούτων ἐνέτυχον τῷ ἡγεμο νεύσαντι ὉνωράτῳὉναράτῳ, ὃς ὑπέγραψέ μοι ἐντυχεῖν Κρείσπῳ τῷ ἐπιστρατηγήσαντι, καὶ μέχρι τοῦ δεῦρο πέρας οὐδέπω ἐπετέθη τῷ πράγματι καὶ τοῦδε τοῦ πράγματος δεο μένου τῆς τοῦ λαμπροτάτου ἡγεμόνος Μουνατίου Φήλικος διαγνώσεως ἀξιῶἀξιων τού του τὸ ἴσον διʼ ὑπηρέτου μεταδοθῆναι ἑκατέρῳ αὐτῶν, ἵνʼ εἰδῶσι παρεσομένους αὐτοὺς ἐπὶ τὸ ἱερώτατον τοῦ ἡγεμόνος βῆμα, ὅπου ἐὰν τὸν τοῦ νομοῦ διαλογισ μὸν ἢ δικαιοδοσίαν ποιῆται ἀρκουμένου μου τῇδε τῇ διαστολῇ μένοντός μου τοῦ λόγου περὶ ὧν ἔχω πρὸς αὐτοὺς ἐνγράπτων δικαίων πάντων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.