no image
DDbDP-text
Διονυσοδώρωι οἰκονόμωι τῆς Ἡρακλείδου μερίδος παρὰ Ἀπολλωνίου τοῦ Θέωνος ἐκ Πτο λεμαίδος τῆς νέας. ἀδικοῦ μαι ὑπὸ Κότυος τοῦ Εὐήνου γναφέως τῆς προγεγραμμένης κώμης. τοῦ γὰρ β ἔτους μηνὸς Μεσορὴ κα λοιδορίας μοι γενομένης πρὸς αὐτὸν Κότυς πληγάς μοι ἐνέβαλεν καὶ πλείους εἴς τε τὸ πρόσωπον καὶ εἰς τὸ σῶμά μου διὰ τὸ ὑπερισχύειν αὐτόν με κα καταφρονή σας διὰ τὸ ὑποτελῆ εἶναι αὐτὸν καὶ μὴ δύνασθαί με λαβεῖν παρʼ αὐτοῦ τὸ δίκαιον διὰ τοῦ δικαστηρίου. ἀξιῶ σε, ἐὰν φαίνηται, ἀνακαλέσαμενονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.