no image
DDbDP-text
Petition from Zenon to the king via HGV-meta
Linked by Trismegistos ID
TM 994.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ζήνων. ἀδικοῦμαι ὑπὸ Ἡρακλείδου· δόντος γάρ μου αὐτῶι ἐν τῶι γ ἔτει vestiges διὰ Δημέου χρυσίου δραχμὰς υ, ὅπως διαγράψῃ ὑπέρ μου εἰς τὸ βασιλικὸν χαλκοῦ δραχμὰς υ, ἐφʼ ὧι κομισάμενος παρά μου ἀποδώσει μοι, καὶ ἐμοῦ ἀποδιδόντος αὐτῶι καὶ ἀπαιτοῦντος αὐτὸν οὐκ ἀποδέδωκεν, ἀλλὰ παρείλκυκένπαρήλκυκέμ με ἕως τοῦ νῦν. δέομαι οὖν σου, εἴ σοι δοκεῖ, προστάξαι Ἀγήνορι τῶι στρατηγῶι ἀνακαλέσαι αὐτὸν καὶ, ἐὰν ἦι ἀληθῆ, ἐπαναγκάσαι αὐτὸν κομισάμενον τὰς υ δραχμὰς τοῦ χαλκοῦ ἀποδοῦναί μοι τὰς υ δραχμὰς τοῦ χρυσίου, καὶ ὦ διὰ σὲ τοῦ δικαίου τετευχώς. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.