no image
DDbDP-text
Complaint via APIS-papyrus
Linked by Trismegistos ID
TM 8768.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι ἐπιμελητῆι παρὰ Μεγχέους χρυσοχόου τῶν ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος. Πτολεμαίου τοῦ τελω νοῦντος τὴν χρυσοχοικὴνχρυσοχοϊκην τοῦ νομοῦ εὑρόντοςεὑρόντες με. ἐνἐγ Κροκοδείλων πόλει καὶ συκοφαντήσαντος οὐθέν μου προσοφείλοντος τῶι βασιλεῖ καὶ προσλαβομένου συνερ γὸν Μενέλαον τὸν κατὰ πόλιν καὶ ἀπαγαγόντων με καὶ τὰς χεῖρας ἐπενεγ κόντωνἐπενεγκάντων ὅν τε εἶχον ἐκδό σιμονἐγδόσιμον βῶλον ἀργυροῦν καὶ κάθεμα οὗ ὁλκὴ δραχμῶν ρη ἀφελομέ νων μου οὗ παρατεθήσεται τὰ δίκαια, κατέστην πρὸς αὐτοὺς ἐπʼ Ἀσκληπιάδην τὸν παρὰ σοῦ καὶ ἐπὶ τούτου ὡμολογηκότων αὐτῶν καὶ εἰπόντωνεἰπάντων ἀποδώσειν μοι οὐδʼ ἕως τοῦ νῦν ἀποδιδόασι. ἐγὼ δὲ περισπώμενος ὑπὸ τοῦ κυρίου τοῦ ἀργυρίου οὐ δύ ναμαι ἐκδημῆσαιἐγδημῆσαι ἀλλὰ καταφθείρομαι ἀργῶν. ὅπως οὖν δύνωμαι τὰ εἰς τὸ βασιλικὸν τέλη ἀναπληροῦν, ἀξιῶ σε δεόμενος μεταπεμψάμενον αὐτοὺς ἐπαναγκάσαιἐπηναγκάσαι ἀπο δοῦναί μοι τὸ ἀργύριον. τούτου γὰρ γενομένου ὢν ὑποτελὴς οὐκ ἀδικηθήσομαι ἀλλὰ τεύ ξομαι βοηθείας. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.