no image
DDbDP-text
Petition to the Epistates via APIS-papyrus
Linked by Trismegistos ID
TM 8337.
Each record below describes this same ancient text from a different angle.
Ἀνταίωι ἐπιστάτῃἐπιστάτει Φιλα δελφείας παρὰ Δημητρίου τοῦ Κεφάλονος. ἀδικοῦμαι ὑπὸ Πασινοσίριός τινος καὶ Θεοδότου τοῦ Ἀπύτου καὶ Ὥρου υἱοῦ Πεσάϊοςτοῦ Πεσάϊος ἐρη μοφύλακος. ὁ μὲν Πασινο σῖρις ὀφείλων μοι πρὸς τι μὴν ἐλαίαςἐλάας δραχμὰς Ατ καὶ ἀπὸ ε τοῦ Μεχεὶρ τοῦ ιβ ἔτους καὶ δεδωκὼς πρὸς ταύτας ὑπόθημαὑπόθεμα κρήφιον καὶ ἄμην καὶ ὁρμίσκον καὶ ἀργυρίου ἐπισή μου δραχμὰς δ οὐδʼ ἕως τοῦ νῦν κομίζεται ταξά μενος εἰς τὴν ἐχομέ νην. ὁ δὲ ἄλλος Θεόδο τος δεδωκὼς ὑπόθη μαὑπόθεμα χιτῶνα καὶ κώθωνα πρὸς δρα χμὰς υοε ἃς προσ ωφείλησεν ὁμοίως πρὸς τιμὴν ἐλαίαςἐλάας οὐδʼ οὗτος ἀπολύει ταξάμενος ὡσαύτως εἰς τὴν ἐχομένην ἡμέ ραν. ὁ δὲ Ὧρος ὀφείλων ἀπὸ τοῦ αὐτοῦ μηνὸς πρὸς τιμὴν οἴνου χαλκοῦ δραχμὰς τμ καὶ δεδωκὼς χιτῶνα ὑπόθημαὑπόθεμα οὐδʼ οὗτος απολύει. διὸ ἀξιῶ προσκαλέσασθαι αὐτοὺς καὶ ἐάνἐάμ μὴ ὑπομένω σιν ἔτι καὶ νῦν ἀπο λύειν ὑπογράψασθαι ἵνα μηκέτιμηκέξι ἐξῆι τῶι ἀπειπαμένωι ἐξ ὑστέ ρου ἐπιπορεύεσθαι ὑ πὲρ τῶν ὑποθημάτωνὑποθεμάτων. τούτου γὰρ γενομένου τεύ ξομαι τῶν δικαίων. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.