no image
DDbDP-text
Complaint via APIS-papyrus
Linked by Trismegistos ID
TM 8767.
Each record below describes this same ancient text from a different angle.
λωι κα ταβαλόντος μου κατὰ μῆνα δραχμὰς Ατ καὶ εὐτα κτηκότος μου ἕως Παχὼν ὧν τὰ σύμβολα ἔχω. τῆι δὲ ε τοῦ Παῦνι εὑρών με ὁ Πτολεμαῖος ἐν τῶι ἀργυροκοπίωι ἐν Κρο κοδίλων πόλει κατέστη σέ με ἐπὶ τὴν τράπεζαν καὶ παρέδωκεν Μενελάωι τῶι κατὰ πόλιν καί μου λέ γοντος μηθὲν ὀφείλειν συν έταξεν ἐπιστῆσαί μοι μάστι γας καὶ διαληφθέντος μου εὕροσαν ἔχοντά με βῶλον ἀργυρίου καὶ κάθεμα ἃ καὶ ἀφείλετό μου ἅπαντα δραχμῶν ρη Μενέλαος καὶ προσαπήγαγεν ἕως πρωίπρωεί τά τε προειρημένα ἀποστερεῖ με· ἀξιῶ οὖν σε μεταπέμψασθαι τόν τε Μενέλαον καὶ Πτολεμαῖον ὅπως διὰ σοῦ τὰ δίκαιά μοι γένηται καὶ κομίσωμαι τὰ ἐν καλούμενα. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.