no image
DDbDP-text
Petition to the King from Attalos via HGV-meta
Linked by Trismegistos ID
TM 1970.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἄτταλος. ἀδικοῦμαι ὑπὸ Πτολεμαίου μείους τοῦ Πτολεμαίου πράκτορος ἰδιωτικῶν. γράψαντος γὰρ Σηράμβου τοῦ παρὰ Ἀριστομάχου καθεσταμένου στρατηγοῦ πρόσταγμα Πτολεμαίωι, ἐπειδὴ Ἀπολλώνιος οὐδʼ ἔτι καὶ νῦν καθέστηκεν Ἀπολλωνίαν, ἐὰνἐὰμ μὴ ἔτι καὶ νῦν καταστήσηι ἐν ἡμέραις ι, εἰσπράξανταεισπραντα Ἀπολλώνιον πωλοδαμαστὴν δραχμὰς μγ ἀποδοῦναί μοι, καὶ λαβὼν τὸ πρόσταγμα καὶ τοῦ Ἀπολλωνίου οὐ καθεστηκότος τὴν Ἀπολλωνίαν καὶ ἐξελθουσῶν τῶν ἡμερῶν καὶ ἄλλου πλείονοςπλειω ἐπιγενομένου χρόνου ἀπαιτούμενος ὑπό μου τὰς μγ δραχμὰς οὐκ ἀποδίδωσι. δέομαι οὖν σου, εἴ σοι δοκεῖ, μὴ περιιδῇς με ἀδικηθέντα ὑπʼ αὐτοῦ, ἀλλὰ προστάξαι Ἀφθονήτωι τῶι στρατηγῶι γράψαι Σηράμβωι ἂν ἦι ἀληθῆ εἰσπράξαντα Πτολεμαῖον τριπλῆν τὴν πρᾶξιν κατὰ τὸ διάγραμμα δραχμὰς ρκθ ἀποδοῦναί μοι, καὶ ὦ διὰ σὲ τοῦ δικαίου τετευχώς. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.