no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9083.
Each record below describes this same ancient text from a different angle.
Μεσσίῳ Αὔδακι ἑκατοντάρχῃ παρὰ Στοτοήτιος τοῦ Ἀπύγχεως ἱερέως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. Στοτοῆτις ὁ καὶ Φανῆσις Στο τοήτιος καὶ οἱ ἀδελφοὶ Ἁρπαγάθης καὶ Ὧρος ὀφείλοντές μοι κατʼ οὐδὲν ἐπιστρέφονται ἀποδοῦναίἀποδῶναί μοι διαπλα νῶντες καὶ ὑπερτιθέμενοι, ἀλλʼ ἔτι καὶ ἐπήλθοσάν μοι καὶ ὕβριν οὐ τὴν τυχοῦσαν συνετελέσαντο καὶ πληγὰς ἐπήνεγκαν καταρήξαντες καὶ ὃν εἶχον χιτῶνακιτῶνα, ἐπαγγελλόμενοι καὶ τοῦ ζῆν μεταστῆσαι· ὅθεν οὐ δυ νάμενος καθησυχάζειν ἀξιῶ ἀχθῆ ναι αὐτοὺς ἐπὶ σὲ πρὸς τὴν δέουσαν ἐπέξοδον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.