no image
DDbDP-text
Ordre via HGV-meta
Linked by Trismegistos ID
TM 36517.
Each record below describes this same ancient text from a different angle.
τοῦ καιροῦ ἐνστάντος ἐν ᾧ χρὴ τὴν τῆς ἀπαραιτήτου σιτοπομπίας φροντίδα γενέσθαι τῆς εὐτυχοῦς ακι δευτέρας ἐπινεμήσεως, πάσης ῥᾳθυμίας μέμψιν ἐκκλείνοντες ἐκπέμψαι ταύτην εἰς τὴν Ἀλεξανδρέων μεγαλόπολιν μετὰ παντὸς φόβου σπουδάσατε, μικροῖς σκάφεσιν ἐμβαλλόμενοι τὸ ἐπιζητούμενον μέτρον εὐθὺ καὶ παραχρῆμα, κατὰ τὴν ὑποτεταγμένην γνῶσιν κινδύνῳ τῆς τάξεως· ταύτης γὰρ ἕνεκεν τῆς αἰτίας ἐκ τάξεως ἀπέσταλται legi legi recognoui τοῖς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου. χρὴ ἐκ τῆς ὑμῶν κώμης, κατὰ μίμησιν τῆς παρελθούσης πρώτης ἐπινεμήσεως τὸ ὑποτεταγμένον μέτρον λόγῳ ἐμβολῆς δευτέρας ἐπινεμήσεως εἰσενεγκεῖν καὶ ἐμβαλέσθαι πλοίοις, καὶ τὸν προέδρον καὶ τὸν ἐπιμελητὴν καὶ τοὺς ναύτας μετὰ καὶ τῶν πλοίων πεφορτωμένων τῶν γενημάτων ἐκπέμψαι εἰς τὴν τάξιν πρὸς τὴν συνήθη πρᾶξιν τῶν ὑπομνημάτων, ὥστε μετὰ ταύτην ἐκπεμφθῆναι τὸ αὐτὸ μέτρον εἰς τὴν μεγαλόπολιν Ἀλεξάνδρειαν σίτου κα Ϛρ ἀφʼ ὧν τέως τοῦ διὰ μικρῶν σκαφῶν σίτου κα Β καὶ τὰς εἰκοστὰς α καὶ β λοιπαὶ εἰς τὴν μεγάλην ἐμβολὴν σίτου κα Δρ τοῖς ἀπὸ κώμης Ἀφροδίτης τοῦ ἈνταιοπολίτουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.