no image
DDbDP-text
Beschwerde gegen die Heranziehung zu einer Liturgie via HGV-meta
Linked by Trismegistos ID
TM 14340.
Each record below describes this same ancient text from a different angle.
Μηουίῳ ὉνωρατιανῷὉνορατιανῷ ἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίου Χαιρήμωνος ἀπὸ κώμης Καρανίδος τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. αἱ θεῖαι καὶ βασιλικαὶ διατάξεις διαρρήδην κελεύουσιν μὴ κατὰ τὸ ἑξῆς ἔτος ἑτέραν λειτουργίαν τινὰ ἐκτελεῖν ἀλλὰ παραλείπεσθαι ἀνα παυόμενον. ἐπεὶ οὖν, λαμπρότατε ἡγεμών, οἱ νῦν ἀπὸ κώμης Καρανίδος πραγματικοὶ παρηγούμενοι τὰ νενόμισμενα ἐπὶ σωτηρίᾳ τοῦ ἔθνους καὶ ἡμῶν τῶν γεωργῶν σιτολόγονσειτολόγον με ὄντα γενήματος τοῦ διεληλυθότος β ἔτους εἰς φυλακὴν τοῦ πυροῦ ἐν τῷ θησαυρῷ τῆς κώμης Κα ρανίδος ἀναδεδώκασι, καὶ νῦν παρὰ πάντας τοὺς νόμους ἐδό θην εἰς λειτουργίαν τὴν προκειμένην σιτολογίανσειτολογίανσιτολογίαν γενήματος τοῦ ἐνεστῶτος γ ἔτους, κατέφυγον ἐπὶ τοὺς πόδας σου δεόμενός σου τύχης τῆς λαμπροτάτης, ἐάν δόξῃ, ἀκοῦσαί μου πρὸς αὐτοὺς ὥστε τῆς σῆς τοῦ κυρίου μου βοηθείαςβοηθίας δυνηθῆναί με τυχεῖν ὅπως ἀπὸ τῆς παρανόμου ταύτης ἀναδόσεως οὕτως ἀφεθεὶς δυνηθῶ ἀμέμπτως ἀποπληρῶσαι τὸ τῆς προεγχειρισθείσηςπροενχειρισθείσης μοι λειτουργίας βάρος καὶ ἐν τῇ ἰδίᾳ συμμένων εἰς ἀεὶ τῇ τύχῃ σου εὐχαριστεῖν. διευτύχει. Ἐπεὶφ η ισθέντα σοι φρόντισον. κόλλημα κβ τόμου α. P.Mich. 9.529v 25-38 reprint in SB 14.11875 P.Mich. 9.529v 39-53 reprint in SB 14.11863Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.