no image
DDbDP-text
Order to Produce and Sell Grain via HGV-meta
Linked by Trismegistos ID
TM 22452.
Each record below describes this same ancient text from a different angle.
ὁ λαμπρότατος ἡγεμὼν Λάρκιος Μέμωρ πρόνοιαν ποιούμενος περὶ πάσης μὲν τῆς Αἰγύπτου, ἐξαι ρέτως δὲ τῆς πόλεως τῶν Ὀξυ ρυγχειτῶν, ἐπέστειλέν μοι πάν τας τοὺς ἔχοντας ἐξ οἱασδήπο τε οὖν ἀφορμῆς τὸν σῖτονσεῖτον δημοσίᾳ προκομίζειν καὶ πι πράσκειν καὶ μηδένα ἀποκρύ πτεσθαι ταμιευόμενον τὰς τιμὰςτειμὰς τῶν καιρῶν· ὅθεν κελεύ ω διὰ σοῦ πᾶσιν τοῖς κτήτορσιν φανερὸν γενέσθαι δεῖν ἐντὸς πέντε ἡμερῶν καὶ τὸν σῖτονσεῖτον ὃν ἔχουσιν ἀπογράφεσθαι καὶ εἶ τακᾆτα φέροντας εἰς τὴν πόλιν πι πράσκειν, εἰδότας ὅτι εἴ τις τού των μου παρακούσεται κατὰ τὰ δόξαντα τῷ λαμπροτάτῳ ἡγεμόνι ὁ μὲν σῖτοςσεῖτος αὐτοῦ εἰς τὸ ταμεῖον χωρήσει, αὐτὸς δὲ ὑπʼ ἐμοῦ ἐπὶ τὸν ἡγεμόνα ἀναπεμφθήσεται λόγον ὑφέ ξων τοῦ τετολμημένου. ταύ της μου τῆς ἐπιστολῆς τὸ ἀντίγραφον δημοσίᾳ προτεθήτω πρὸς τὴν πάντων γνῶσιν. ἔτους λβ, Ἁδριανοῦ κα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.