no image
DDbDP-text
Undertaking by a Boatman to Deliver Wheat to Alexandria via HGV-meta
Linked by Trismegistos ID
TM 21265.
Each record below describes this same ancient text from a different angle.
vestiges ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου τὸ ζ καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ γ Αὐρηλίοις Εὐλογίῳ Εὐλογίου καὶ Διογένει Διογένους καὶ καὶ Δωροθέῳ Θωνίου Πασίωνος καὶ Ἀπολλ τοῖς πᾶσι βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεως καὶ ἐπιμεληταῖς σίτου Ἀλεξανδρείας παρὰ Αὐρηλίου Ἀπφοῦ Τιθοῆτος ἀπὸ τοῦ Ὀξυρυγχίτου κυβερνήτου πλοίου μετʼ ἐγγύου τῆς τοῦ γόμου παραδόσεως καὶ τοῦ ἐπενεγκεῖν ἐκ πλήρους ἄποχα γράμματα Αὐρηλίου Βερνικιανοῦ βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου Αὐγούστου καὶ Κωνσταντίου τοῦ ἐπιφανεστάτου Καίσαρος, ἐγὼ μὲν ὁ κυβερνήτης παρειληφέναι καὶ ἐμβεβλῆσθαι εἰς τὸ προκείμενον πλοῖον ἀπὸ γενήματος τῆς εὐτυχοῦς ιγ νέας ἰνδικτίονος σίτου νέου καθαροῦ ἀδόλου καὶ ἀβρόχου καὶ ἐκτὸς πάσης αἰτίαςἐτίας καθεστηκότος μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας τὸ δὲ δεῖγμαδῖγμα ἀκέραιονἀκέρεον βασταχθὲνβασταχὲν καὶ συμβληθὲν πρὸς τὸν γόμον ἐφάνη ὀρθὸν καὶ αἱ ἀρτάβαι ἠ νέχθησαν πρὸς λιτρισμὸν ἑξῆς καὶ ἦξεν ὁ ξέστης λίτραν α οὐγκίας γ, τὸν δὲ γόμον κατενέγκω ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδρειαν καὶ παραδώσω εἰς τοὺς ἐκεῖσε δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς παραδόσεως ἄποχα γράμματα ὑποδέξασθαι ἐπ’ ὀνόματος ὑμῶν τῶν ἐπιμελητῶν, ἐγὼ δὲ ὁ ἐγγυητὴς ἑκουσίᾳ καὶ αὐθαιρέτῳ γνώμῃ ἐγγυᾶσθαι τὸν προκείμενον κυβερνήτην παραδίδοντα τὸν γόμονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.