no image
DDbDP-text
Ordre via HGV-meta
Linked by Trismegistos ID
TM 18994.
Each record below describes this same ancient text from a different angle.
Φλαύιος Θεόδωρος Μηνᾶς Ἰουλιανὸς Ἰάκκωβος ὁ μεγαλοπρεπέστατος κόμεςκόμης καὶ ἄρχων τῆς Θηβαίων ἐπαρχίαςἐπαρχείας τὸ δ τοῦ καιροῦ ἐνστάντοςἐνστάντος ἐν ᾧ χρὴ τὴν τῆς ἀπαραιτήτου σιτοπομπίας φροντίδα γενέσθαι τῆς εὐτυχοῦς δεκάτης ἐπινεμήσεως, πάσης ῥᾳθυμίας μέμψιν ἐκκλίνοντεςἐκκλείνοντες ἐκπέμψαι ταύτην εἰς τὴν Ἀλεξανδρέων μεγαλόπολιν μετὰ παντὸς φόβου σπουδάσατε, μικροῖς σκάφεσιν ἐμβαλλόμενοιεμβαλλαμενοι τὸ ἐπιζητούμενον μέτρον εὐθὺ καὶ παραχρῆμα, κατὰ τὴν ὑποτεταγμένην γνῶσιν κινδύνῳ τῆς τάξεως· ταύτης γὰρ ἕνεκα τῆς αἰτίας ἐκ τάξεως ἀπέσταλται legi legi recognoui τοῖς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου. χρὴ ἐκ τῆς ὑ̈μῶν κώμης, κατὰ μίμησιν τῆς παρελθούσης ἐνάτης ἐπινεμήσεως, τὸ ὑποτεταγμένον μέτρον λόγῳ ἐμβολῆς δεκάτης ἐπινεμήσεως εἰσενεγκεῖν καὶ ἐμβαλέσθαι πλοίοις, καὶ τὸν πρόεδρον καὶ τὸν ἐπιμελητὴν καὶ τοὺς ναύτας μετὰ καὶ τῶν πλοίων πεφορτωμένων τῶν γενημάτων ἐκπέμψαι εἰς τὴν τάξιν πρὸς τὴν συνήθη πρᾶξιν τῶν ὑπομνημάτων, ὥστε μετὰ ταῦτα ἐκπεμφθῆναι τὸ αὐτὸ μέτρον εἰς τὴν μεγαλόπολιν ἈλεξάνδρειανἈλεξανδρέων σίτου καγκέλλῳ ἀρτάβαισίτου κεντηνάριακα Ϛνγ οὕτως λόγος διὰ μικρῶν σκαφῶν σίτου καγκέλλῳ ἀρτάβαισίτου κεντηνάριακα Β λόγος μεγάλης ἐμβολῆς σίτου καγκέλλῳ ἀρτάβαισίτου κεντηνάριακα ΔνγSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.