no image
DDbDP-text
Ordre via HGV-meta
Linked by Trismegistos ID
TM 18444.
Each record below describes this same ancient text from a different angle.
Φλαύιος Μηνᾶς Ἰουστινιανὸς Δημοσθένης Ἰωάννη Θωμᾶς ὁ λαμπρότατος τριβοῦνος νοτάριοςνοταρρ πραιτωριανὸς τοῦ θείου παλατίου καὶ ἄρχων τῆς Θηβαίων ἐπαρχίας. Φλαύιος υἱὸς , ὁ καθωσιωμένος ἀκτουάριος τῶν γενναιοτάτων στρατιωτῶν τῶν ἀπὸ τοῦ ἀριθμοῦ Ἀνταίου, διʼ οἰκείας ἀναφορᾶς ἐδίδαξεν τὸ δικαστήριον χρῆναι παρασχεθῆναι τὰ τοῖς στρατιώταις ἀφωρισμένα σιτηρέσια ὑπὲρ τῆς δευτέρας ἑξαμήνου τῆς παρούσης πέμπτης ἐπινεμήσεως. εἶτα ἡ τάξις ἐξῄτησεν πρὸς ὑμᾶς ταῦτα ἀπαιτῆσαί τε καὶ διαδοῦναι αὐτοῖς ἄχρι κομιδῆς τοῦ εὐτυχεστάτου προδηληγάτου τῆς αὐτῆς πέμπτης ἰνδικτίονος. θελήσατε τοίνυν, δεχόμενοι τὸδε τὸυ δικαστικὸν πρόσταγμα, διαδίδοναι τὰ αὐτὰ σιτηρέσια ἐπὶ τὸν προειρημένον ἄνδρα, κατὰ τὴν ὑ̈ποτεταγμένην γνῶσιν κινδύνῳ τῆς αὐτῆς τάξεως, εἰδότες ὡς εἰ κατά τι ῥᾳθυμία τις παρακολουθήσῃ, οὐκ ἐκτὸς ἔσεσθε δικαστικῆς κινήσεως· διὰ γὰρ τοῦτο ἐκ τάξεως ἀπέσταλται legi legi recognoui χρὴ ἐκ τῆς ὑμετέρας κώμης τὸ ὑποτεταγμένον μέτρον σίτου ἀρταβῶν διακοσίων τριῶν , οἰνοκρέων ὀκτακισχιλίωνὠκτακισχειλίων ἑπτακοσίων πεντήκοντα , ὑπὲρ τῆς δευτέρας τετραμήνου τῆς παρούσης πέμπτης ἐπινεμήσεως, ἀπαιτηθῆναι καὶ παρασχεθῆναι τοῖς γενναιοτάτοις στρατιώταις ἀριθμοῦ Ἀνταίου ἀπροκρίτως, ἄχρι κομιδῆς τοῦ εὐτυχεστάτου προδηληγάτου τῆς αὐτῆς πέμπτης ἰνδικτίονος. δηλαδὴ τῆς καταβολῆς γιγνομένης τὰς φορμαρίας κομίζεσθε. σίτου ἐν χρυσῷ κατὰ modios μ τοῦ νομίσματος α ἀρτάβαι σγ οἰνοκρέου ξέστα Ηψν ἐξ ὧν ἐν χρυσῷ κατὰ ξέστα σ τοῦ νομίσματος α ξέστα ΕSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.