no image
DDbDP-text
Notice of Death via HGV-meta
Linked by Trismegistos ID
TM 20533.
Each record below describes this same ancient text from a different angle.
Φιλίσκωι ἐγλήμπτορι γερδίων παρὰ Σαραπίωνος τοῦ Σαραπίωνος. ὁ δοῦλός μου Ἀπολλοφάνης γέρδιος ἀναγραφόμενος ἐπʼ ἀμφόδου Τεγμούθεως ἐτελεύτησεν ἐν τῆι ξένῃ τῶι ἐνεστῶτι ζε ἔτει Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἀξιῶ ἀναγραφῆναι τοῦτον ἐν τῇ τῶν τετελευτηκότων τάξει, καὶ ὀμνύωὀμνύωι Νέρωνα Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα ἀληθῆ εἶναι. ἔτους ζ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Μεχεὶρ κζ Σεβαστῇ. Φιλίσκος σεσημείωμαι. ἔτους ζ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Μεχεὶρ κζ Σεβαστῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.