no image
DDbDP-text
Todesanzeige via HGV-meta
Linked by Trismegistos ID
TM 14408.
Each record below describes this same ancient text from a different angle.
Μάρωνι κωμογραμματεῖ Φι λαδελφείας παρὰ Στρατίππου τοῦ Τει τᾶνος τῶν ἀπὸ Φιλαδελ φείας. ὁ υἱός μου Νεμεσίων λαογραφούμενος περὶ τὴν κώμην, ἐτελεύτησεν τῇ ε τοῦ Χοιὰχ τοῦ ἐνεστῶτος ἐνάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. διὸ ἐπιδί δωμί σοι τὸ ὑπόμνημα ὅπως προσανενέγκῃς οἷς καθή κει καὶ τὸ αὐτοῦ ὄνομα περι αιρεθῇ καὶ ἀνενεχθῇ ἐν τῇ τῶν τετελευτηκό των τάξει ἵνʼ ᾦ ἀναίτιος καθάπερ καί εἰμι. εὐτύχει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.