no image
DDbDP-text
Todesanzeige via HGV-meta
Linked by Trismegistos ID
TM 17683.
Each record below describes this same ancient text from a different angle.
Ὥρωι κωμογραμματεῖ μετὰ ἐπιτρόπου ἩρακλείδουἩρακείδου πατρὸς Μουχινπάγει καὶ τῶν συνκυρουσῶν κωμῶν παρὰ Ψεναμούνιος τοῦ Ἀσήμου τῶν ἀπὸ κώμης Ἀγκυρῶνος. ὁ υἱός μου Ἄσημος λαογραφούμενος ἐπὶ τῆς ἈγκυρῶνοςἈγκυρῶν ἐτελεύτησεν ἐν τῶι Χοιὰχ μηνὶ τοῦ ϛ ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ. ὧν χάριν ἐπι δίδωμι τὸ ἀναφόριον καὶ ἀξιῶἀξιῶι, ἐὰν φαίνηται, ἀνενέγκαι αὐτὸν ἐν τοῖς ὑπὸ σοῦ κατα χωριζομένοις βυβλίοις ἐν τῆι τάξει τῶν τετελευτηκότων ὡς ἐπὶ τῶν ὁμοίων καὶ ὑπογράψαι μου τὴν ἀναφορὰν ὡς καθήκει. κϛ Ὧρος κωμογραμματεὺς ἈγκυρῶνοςἈνκυρων καὶ τῶν συγ κυρουσῶνσυνκυρουσσῶν κωμῶν μετʼ ἐπιτρόπου Ἡρακλείδου τοῦ πατρός. αὐτὸς ἔχω τὴν ἴσην καὶ ἀνοίσωἀνύσω αὐτὸν διὰ τῶν βυβλίων ἐν τοῖς τετελευτηκόσι. ἔτους ϛ Τιβερίου Καίσαρος Σεβαστοῦ Χοιὰχ ιϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.