no image
DDbDP-text
Death Notice via APIS-papyrus
Linked by Trismegistos ID
TM 8795.
Each record below describes this same ancient text from a different angle.
Ἑρμοφίλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἰσχυρίωνος Δείου τοῦ Ἑρμᾶτος μητρὸς Ἀσκλᾶ τος ἀπὸ κώμης Πτολεμαίδος Ὅρμου. ὁ πατήρ μου Δεῖος Ἑρμᾶτος τοῦ Ἠλεῖτος μητρὸς Μηροῦτος λαογραφούμενος ἐπὶ τῆς προκειμένης κώμης ἐτελεύτησεν τῷ Φαῶφι μηνὶ τοῦ ἐνεστῶτος κε ἔτους Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ. διὸδιω ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων. κωμογραμματεῖ Πτολεμαίδος Ὅρμου. ἐξέτασον. εἰ ταῖς ἀληθείαις ὁ προγεγραμμένος ἐτελεύτησεν, τὸ ἐπὶ τῶν ὁμοίων ἀκόλουθον ἐπιτέλει ὡς πρὸς σὲ τοῦ λόγου ὄντος ἐάν τι μὴ δεόντως γένηται. Ἑρμόφιλος βασιλικὸς σεσημείωμαι διὰ Ὡρου βοηθοῦ. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, Φαῶφι λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.