no image
DDbDP-text
κωμογραμματεῖ Πτολεμαίδος Ὅρμου καὶ ἄλλων κωμῶν παρὰ Ἰσχυρίωνος Δείου τοῦ Ἑρμᾶτος μητρὸς Ἀσκλᾶ τος ἀπὸ κώμης Πτολεμαίδος Ὅρμου. ὁ πατήρ μου Δεῖος Ἑρμᾶτος τοῦ Ἠλεῖτος μητρὸς Μηροῦτος λαογραφούμενος ἐπὶ τῆς προκειμένης κώμης ἐτελεύ τησεν τῷ Φαῶφι μηνὶ τοῦ ἐνεστῶτος κε ἔτους Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ. διὸδιω ἀξιῶ ταγῆναι αὐτοῦ τὸ ὄνομα ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς ἐπὶ τῶν ὁμοίων. Ἰσχυρίων ὡς ἐτῶν λβ οὐλὴ ἀντικνημίῳ δεξιῷ ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Φαῶφι λSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.